[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι |
δήμωι· Θεοκυδίδης Πρωτα- | |
γόρου εἶπεν· ἐπ[ε]ι[δ]ὴ Φίλα[ρ]- | |
χος ἀνὴρ ἀγαθὸς ὢν δια- | |
5 | τελεῖ περί τε τὸ ἱερὸν καὶ |
τὸν δῆμον τὸν Δηλίων καὶ | |
χρείας παρέχεται Δηλί- | |
οις κοινεῖ καὶ ἰδίαι τοῖς | |
ἐντυγχάνουσιν αὐτῶι· δε- | |
10 | δόχθαι τῆι βουλῆι καὶ τῶι δή- |
μωι· εἶναι Φίλαρχον Σωσα- | |
γόρου Ν<ι>σύριον πρόξενον | |
τοῦ τε ἱεροῦ καὶ τοῦ δήμου | |
τοῦ Δηλίων καὶ αὐτὸν καὶ ἐκ- | |
15 | γόνους καὶ εἶναι αὐτοῖς ἐν |
Δήλωι ἀτέλειαν καὶ γῆς καὶ | |
οἰκίας ἔγκτησιν καὶ προε- | |
δρίαν ἐν τοῖς ἀγῶσιν καὶ | |
πρόσοδον πρὸς τὴν βουλὴν | |
20 | καὶ τὸν δῆμον πρώτοις μετὰ |
τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ | |
τοῖς ἄλλοις προξένοις καὶ | |
εὐεργέταις τοῦ τε ἱεροῦ καὶ | |
25 | τοῦ δήμου τοῦ Δηλίων· ἀνα- |
γράψαι δὲ τόδε τὸ ψήφισμα | |
τὴμ μὲν βουλὴν εἰς τὸ βουλευ- | |
τήριον, τοὺς δὲ ἱεροποιοὺς | |
εἰς τὸ ἱερόν· Αἰχμόκριτος | |
30 | Ἀγαθάρχου ἐ[π]εψήφισεν. |