[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Σώσι- |
λος Νησιώτου εἶπεν· ἐπειδὴ Φιλανδρί- | |
δης Ἐχεσθένους Πάριος ἀνὴρ φιλότι- | |
μος ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ | |
5 | τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶι δή- |
μωι· εἶναι Φιλανδρίδην Ἐχεσθένους | |
Πάριον πρόξενον καὶ εὐεργέτην τοῦ τε | |
ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων αὐτὸν καὶ | |
ἐκγόνους· εἶναι δὲ αὐτοῖς ἀτέλειαν | |
10 | καὶ ἔγκτησιν καὶ γῆς καὶ οἰκίας καὶ τἄλλα |
ὅσα καὶ τοῖς ἄλλοις προξένοις· ἀναγράψαι | |
δὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν | |
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποι- | |
οὺς εἰς τὸ ἱερόν. | |
15 | Φιλανδρίδου Παρίου. |