[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Σώσι-
λος Νησιώτου εἶπεν· ἐπειδὴ Φιλανδρί-
δης Ἐχεσθένους Πάριος ἀνὴρ φιλότι-
μος ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ
5 τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶι δή-
μωι· εἶναι Φιλανδρίδην Ἐχεσθένους
Πάριον πρόξενον καὶ εὐεργέτην τοῦ τε
ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων αὐτὸν καὶ
ἐκγόνους· εἶναι δὲ αὐτοῖς ἀτέλειαν
10 καὶ ἔγκτησιν καὶ γῆς καὶ οἰκίας καὶ τἄλλα
ὅσα καὶ τοῖς ἄλλοις προξένοις· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποι-
οὺς εἰς τὸ ἱερόν.
15          Φιλανδρίδου Παρίου.
Search Help
Contact Us