[ ] Delos — 270-260
1 θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Χοιρύλος Θαρσύνοντος εἶπεν·
ἐπειδὴ Πραξιφάνης vacat
5 Διονυσιφάνους χρήσιμος ὢν
διατελεῖ τῆι πόλει τῆι Δηλίων
καὶ ποεῖ ὅ τι δύναται ἀγαθὸν
Δηλίους καὶ λόγωι καὶ ἔργωι·
δεδόχθαι τῶι δήμωι· εἶναι
10 Πραξιφάνη Διονυσιφάνου
εὐεργέτην τε τοῦ ἱεροῦ τοῦ ἐν
Δήλωι καὶ πρόξενον Δηλίων καὶ
αὐτὸν καὶ ἐγγόνους αὐτοῦ καὶ εἶναι
αὐτοῖς ἀτέλειαν πάντων καὶ γῆ[ς]
15 καὶ οἰκίας ἔγκτησιν καὶ πολι-
τείαν καὶ προεδρίαν ἐν τοῖς
[ἀ]γῶσι· ἐπιμελεῖσθαι δὲ αὐτῶν
[καὶ] τὴν βουλὴν τὴν ἀεὶ βουλεύ-
[ουσαν] ἐάν τινος δέωνται χρη-
20 [ματίζο]υσαν πρώτοις μετὰ τὰ
[ἱερά· ὅπως δ]ὲ εἶ κύρια τὰ ὑπὸ τοῦ
[δήμου ἐψηφισ]μένα, ἀναγράψαι
[τόδε τὸ ψήφισμ]α τὴν μὲν βουλὴν
[εἰς τὸ βουλευτήρι]ον, τοὺς δὲ
25 [ἱεροποιοὺς εἰς τὸ ἱε]ρόν.
Search Help