[ ]
Delos — 250-200 BC
1 | [ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
[Λυ]σίξενος Ἀρχεπόλιδος εἶπεν· | |
[ἐπε]ιδὴ Κοίρανος Παντικαπαιίτη[ς] | |
[ἀν]ὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε [τὸ] | |
5 | ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλίων κα[ὶ] |
[τοῖ]ς ἐντυγχάνουσιν αὐτῶι Δηλίων | |
[χ]ρείας παρέχεται [καὶ κοινῆι καὶ] ἰδίαι. | |
[δ]εδόχθαι τῶι δή[μωι· εἶναι Κ]οίρανον ․․- | |
․ή̣μιδος Παντικα[παιίτην] πρόξενον | |
10 | [τ]ῆς πόλεως τ[ῆς Δηλίω]ν καὶ εὐεργέτη[ν] |
[τ]οῦ ἱεροῦ καὶ [αὐτὸν κ]αὶ ἐκγόνους καὶ | |
ε[ἶναι αὐτοῖς ἐν] Δήλωι ἀτέλειαν | |
[κ]αὶ γῆς καὶ [οἰκίας ἔγ]κτησιν καὶ προεδ[ρί]- | |
[αν] ἐν τοῖς ἀγῶσιν οἷς Δήλιοι τιθέασιν· κ[αὶ] | |
15 | [π]ρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμ[ον] |
[π]ρ[ώτ]οις [με]τὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτ[οῖς] | |
[ἐ]ν [Δ]ήλ[ωι] καὶ τὰ ἄλλα ὅσα δέδοται το[ῖς] | |
[πρ]οξένοις καὶ εὐεργέταις τοῦ ἱεροῦ· | |
[ἀ]ναγράψαι [δὲ τὸ ψήφ]ισμα τόδε τὴν μὲ[ν] | |
20 | [βο]υλὴν εἰς τὸ [β]ου[λε]υτήριον, τοὺς δὲ ἱ[ερο]- |
[π]οιοὺς εἰς τὸ ἱερόν. |