[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δ[ή]- |
μωι· Ἀγάθαρχος Εὐέλθοντο[ς] | |
[ε]ἶπεν· ἐπειδὴ Ὀνασιγένης | |
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε- | |
5 | ρί τε τὸ ἱερὸν καὶ Δηλίους καὶ |
[χρείας] παρέχεται καὶ κοινεῖ | |
[τεῖ πόλει] καὶ ἰδίαι τοῦς ἐντυγ- | |
χάνουσιν, αὐτῶι τῶν πολι- | |
[τῶν εἰς ἃ ἄν τις αὐτὸν] παρα- | |
10 | καλεῖ· δεδόχθαι τεῖ βουλεῖ καὶ |
[τῶι δήμωι· εἶν]αι Ὀνασιγένην | |
[— — — — — — — — — πρ]όξενον | |
[καὶ εὐεργέτην] τοῦ τε ἱεροῦ | |
καὶ Δηλίων καὶ αὐτὸγ καὶ ἐκγό- | |
15 | νους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι |
γῆς καὶ οἰκίας ἔγκτησιν καὶ πρό- | |
σοδον πρὸς τὴν βουλὴν | |
{ηι} καὶ τὸν δῆμον πρῶτοις με- | |
τὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
20 | καὶ τὰ ἄλλα ὅσα δεδ[ο]- |
ται καὶ τοῖς [ἄλλοις προξένοις] | |
καὶ εὐεργ[έταις — — — — — —]. |