[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δ[ή]-
μωι· Ἀγάθαρχος Εὐέλθοντο[ς]
[ε]ἶπεν· ἐπειδὴ Ὀνασιγένης
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε-
5 ρί τε τὸ ἱερὸν καὶ Δηλίους καὶ
[χρείας] παρέχεται καὶ κοινεῖ
[τεῖ πόλει] καὶ ἰδίαι τοῦς ἐντυγ-
χάνουσιν, αὐτῶι τῶν πολι-
[τῶν εἰς ἃ ἄν τις αὐτὸν] παρα-
10 καλεῖ· δεδόχθαι τεῖ βουλεῖ καὶ
[τῶι δήμωι· εἶν]αι Ὀνασιγένην
[— — — — — — — — — πρ]όξενον
[καὶ εὐεργέτην] τοῦ τε ἱεροῦ
καὶ Δηλίων καὶ αὐτὸγ καὶ ἐκγό-
15 νους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι
γῆς καὶ οἰκίας ἔγκτησιν καὶ πρό-
σοδον πρὸς τὴν βουλὴν
{ηι} καὶ τὸν δῆμον πρῶτοις με-
τὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς
20 καὶ τὰ ἄλλα ὅσα δεδ[ο]-
ται καὶ τοῖς [ἄλλοις προξένοις]
καὶ εὐεργ[έταις — — — — — —].
Search Help
Contact Us