[ ]
Delos — ca. 300-250 BC
1 | — — — — — — — — — — — — — — — — δ̣[ιατε]- |
[λει ποι]ῶν ὅ [τι δύναται ἀγ]αθὸν κ[αὶ κοι]- | |
[νῆι] καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι[ν αὐτῶι] | |
χρείας παρεχόμενος· δεδόχθαι τῶι δ̣[ήμωι]· | |
5 | εἶναι Ἀσκληπιόδωρον Κράτωνο[ς] |
Καρύστιον πρόξενον καὶ εὐεργέτην | |
τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν | |
καὶ ἐκγόνους αὐτοῦ καὶ ὑπάρ- | |
χειν αὐτοῖς ἐν Δήλωι ἀτέλειαν | |
10 | καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ |
πολιτείαν καὶ γῆς καὶ οἰκίας | |
ἔγκτησιν καὶ πρόσοδον πρὸς | |
τὴμ βουλὴν καὶ τὸν δῆμον πρώ- | |
τοις μετὰ τὰ ἱερὰ καὶ τἄλλα ὅσα | |
15 | δέδοται τοῖς προξένοις καὶ εὐ- |
εργέταις τοῦ τε ἱεροῦ καὶ Δη- | |
λίων· ἀναγράψαι δὲ τόδε τὸ | |
ψήφισμα τὴμ μὲμ βουλὴν εἰς | |
τὸ βουλευτήριον, τοὺς δὲ ἱερο- | |
20 | ποιοὺς εἰς τὸ ἱερόν. |