[ ] Delos — ca. 300-250 BC
1 — — — — — — — — — — — — — — — — δ̣[ιατε]-
[λει ποι]ῶν ὅ [τι δύναται ἀγ]αθὸν κ[αὶ κοι]-
[νῆι] καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι[ν αὐτῶι]
χρείας παρεχόμενος· δεδόχθαι τῶι δ̣[ήμωι]·
5 εἶναι Ἀσκληπιόδωρον Κράτωνο[ς]
Καρύστιον πρόξενον καὶ εὐεργέτην
τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν
καὶ ἐκγόνους αὐτοῦ καὶ ὑπάρ-
χειν αὐτοῖς ἐν Δήλωι ἀτέλειαν
10 καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ
πολιτείαν καὶ γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ πρόσοδον πρὸς
τὴμ βουλὴν καὶ τὸν δῆμον πρώ-
τοις μετὰ τὰ ἱερὰ καὶ τἄλλα ὅσα
15 δέδοται τοῖς προξένοις καὶ εὐ-
εργέταις τοῦ τε ἱεροῦ καὶ Δη-
λίων· ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα τὴμ μὲμ βουλὴν εἰς
τὸ βουλευτήριον, τοὺς δὲ ἱερο-
20 ποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us