[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι |
δήμωι· Μένης Εὐέ[λ]θοντος | |
εἶπεν· ἐπειδὴ Ἀ[ρτε]μίδωρος | |
Μενύλλου Ἀντιοχεὺς ἀν[ὴ]ρ | |
5 | ἀγαθὸς ὢν διατελεῖ περί [τ]ε |
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸ[ν] | |
Δηλίων· δεδόχθαι τῆι βουλῆι· | |
στεφανῶσαι αὐτὸν δάφνη[ς] | |
[στ]εφάνωι τοῖς Ἀπολλωνίοις | |
10 | [ὅ]ταν ἦι τῶν παίδων ἀγὼν κα[ὶ] |
[ἀν]αγορεῦσαι τὸν ἱερο[κ]ήρυκα | |
[ἐν] τῶι θεάτρωι τ[ό]δε τὸ κήρυ- | |
γμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων | |
Ἀρτεμίδωρον Μενύλλου Ἀν[τι]- | |
15 | οχέα ἀρετῆς ἕνεκεν καὶ εὐ[σε]- |
βείας τῆς εἰς τὸ ἱερὸν καὶ εὐ[νοί]- | |
α[ς τ]ῆς [εἰ]ς τὸν δῆμον τὸν Δηλί[ων]· | |
τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στ[ήλην] | |
καὶ στῆσαι πλησίον οὗ ἡ προξενία | |
20 | ἀναγέγραπται. |