[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι
δήμωι· Μένης Εὐέ[λ]θοντος
εἶπεν· ἐπειδὴ Ἀ[ρτε]μίδωρος
Μενύλλου Ἀντιοχεὺς ἀν[ὴ]ρ
5 ἀγαθὸς ὢν διατελεῖ περί [τ]ε
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸ[ν]
Δηλίων· δεδόχθαι τῆι βουλῆι·
στεφανῶσαι αὐτὸν δάφνη[ς]
[στ]εφάνωι τοῖς Ἀπολλωνίοις
10 [ὅ]ταν ἦι τῶν παίδων ἀγὼν κα[ὶ]
[ἀν]αγορεῦσαι τὸν ἱερο[κ]ήρυκα
[ἐν] τῶι θεάτρωι τ[ό]δε τὸ κήρυ-
γμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων
Ἀρτεμίδωρον Μενύλλου Ἀν[τι]-
15 οχέα ἀρετῆς ἕνεκεν καὶ εὐ[σε]-
βείας τῆς εἰς τὸ ἱερὸν καὶ εὐ[νοί]-
α[ς τ]ῆς [εἰ]ς τὸν δῆμον τὸν Δηλί[ων]·
τὸ δὲ ψήφισμα ἀναγράψαι εἰς στ[ήλην]
καὶ στῆσαι πλησίον οὗ ἡ προξενία
20 ἀναγέγραπται.
Search Help