[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μένης |
Εὐέλθοντος εἶπεν· ἐπειδὴ Πολίανθος | |
Ἀριστεῦς Χῖος ἀνὴρ ἀγαθὸς ὢν διατε- | |
λεῖ περί τε τὸ ἱερὸν τὸ ἐν Δήλωι καὶ Δηλί- | |
5 | ους· δεδόχθαι τῶι δήμωι· εἶναι Πολί- |
ανθον Ἀριστεῦς εὐεργέτην τε τοῦ ἱε- | |
ροῦ καὶ πρόξενον Δηλίων καὶ αὐτὸν καὶ | |
ἐκγόνους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέ- | |
λειαν πάντων καὶ προεδρίαν καὶ πολιτεί- | |
10 | αν καὶ γῆς καὶ οἰκίας ἔνκτησιν· ἐπιμελεῖσ- |
θαι δὲ αὐτῶν καὶ τὴν βουλὴν τὴν ἀεὶ βουλε[ύ]- | |
ουσαν ἐάν τινος δέωνται χρηματίζο<υσαν> {⁴χρηματιζοντ[․․]}⁴ | |
πρώτοις μετὰ τὰ ἱερά· εἶναι δὲ αὐτοῖς [καὶ] | |
δίκας προδίκους ἄν τι ἀδικῶνται· ὑπ[άρ]- | |
15 | χειν δὲ αὐτοῖς καὶ τὰς ἄλλας δωρεὰς |
δεδομένας ὅσαι εἰσὶν τοῖς εὐεργέταις τ[οῦ] | |
ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τὸ ψήφισ- | |
μα τὴμ μὲν βουλὴν εἰς τὸ βουλευτήριον, | |
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |