IG XI,4 599
[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μένης
Εὐέλθοντος εἶπεν· ἐπειδὴ Πολίανθος
Ἀριστεῦς Χῖος ἀνὴρ ἀγαθὸς ὢν διατε-
λεῖ περί τε τὸ ἱερὸν τὸ ἐν Δήλωι καὶ Δηλί-
5 ους· δεδόχθαι τῶι δήμωι· εἶναι Πολί-
ανθον Ἀριστεῦς εὐεργέτην τε τοῦ ἱε-
ροῦ καὶ πρόξενον Δηλίων καὶ αὐτὸν καὶ
ἐκγόνους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέ-
λειαν πάντων καὶ προεδρίαν καὶ πολιτεί-
10 αν καὶ γῆς καὶ οἰκίας ἔνκτησιν· ἐπιμελεῖσ-
θαι δὲ αὐτῶν καὶ τὴν βουλὴν τὴν ἀεὶ βουλε[ύ]-
ουσαν ἐάν τινος δέωνται χρηματίζο<υσαν> {⁴χρηματιζοντ[․․]}⁴
πρώτοις μετὰ τὰ ἱερά· εἶναι δὲ αὐτοῖς [καὶ]
δίκας προδίκους ἄν τι ἀδικῶνται· ὑπ[άρ]-
15 χειν δὲ αὐτοῖς καὶ τὰς ἄλλας δωρεὰς
δεδομένας ὅσαι εἰσὶν τοῖς εὐεργέταις τ[οῦ]
ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τὸ ψήφισ-
μα τὴμ μὲν βουλὴν εἰς τὸ βουλευτήριον,
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us