[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Ξενοκράτης Ἱερομβρότου εἶ- | |
πεν· ἐπειδὴ Πεισίστρατος ἀνὴρ | |
ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱε- | |
5 | ρὸν τὸ Δηλίων καὶ Δηλίους καὶ ποεῖ |
ἀγαθὸν ὅ τι δύναται ἰδίαι τε τοὺς | |
παραγινομένους Δηλίων καὶ δημο- | |
σίαι· τύχηι ἀγαθῆι· δεδόχθαι τῶι | |
δήμωι· εἶναι Πεισίστρατον Ἀργείου | |
10 | τοῦ Πεισιστράτου [Χ]ῖον εὐεργέτην |
τε τοῦ ἱεροῦ καὶ πρόξενον Δηλίων· | |
εἶναι δὲ αὐτῶι ἐν Δήλωι ἀτέλειαν | |
καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας ἔν- | |
κτησιν καὶ πρόσοδον πρὸ- | |
15 | ς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτωι μέ- |
τὰ τὰ ἱερά· εἶναι δ̣’ αὐτῶι καὶ τὰ ἄλλα ὅσα | |
καὶ τοῖς ἄλλοι[ς] εὐεργέταις καὶ προ- | |
ξένοις δέδοται ὑπὸ Δηλίων· ἀναγρά- | |
ψαι δὲ τόδε τὸ ψή̣φισμα τὴμ μὲν βουλὴν | |
20 | εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς |
εἰς τὸ ἱερόν. |