IG XI,4 598
[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Ξενοκράτης Ἱερομβρότου εἶ-
πεν· ἐπειδὴ Πεισίστρατος ἀνὴρ
ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱε-
5 ρὸν τὸ Δηλίων καὶ Δηλίους καὶ ποεῖ
ἀγαθὸν ὅ τι δύναται ἰδίαι τε τοὺς
παραγινομένους Δηλίων καὶ δημο-
σίαι· τύχηι ἀγαθῆι· δεδόχθαι τῶι
δήμωι· εἶναι Πεισίστρατον Ἀργείου
10 τοῦ Πεισιστράτου [Χ]ῖον εὐεργέτην
τε τοῦ ἱεροῦ καὶ πρόξενον Δηλίων·
εἶναι δὲ αὐτῶι ἐν Δήλωι ἀτέλειαν
καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας ἔν-
κτησιν καὶ πρόσοδον πρὸ-
15 ς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτωι μέ-
τὰ τὰ ἱερά· εἶναι δ̣’ αὐτῶι καὶ τὰ ἄλλα ὅσα
καὶ τοῖς ἄλλοι[ς] εὐεργέταις καὶ προ-
ξένοις δέδοται ὑπὸ Δηλίων· ἀναγρά-
ψαι δὲ τόδε τὸ ψή̣φισμα τὴμ μὲν βουλὴν
20 εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς
εἰς τὸ ἱερόν.
Search Help
Contact Us