[ ]
Delos — beg. 3rd c. BC
1 | [— — — — — — — — — — — — — μετὰ] |
[πάση]ς εὐνο[ίας καὶ ἰδίαι τοῖς ἐν]- | |
τυγχάνουσιν αὐτῶι Δηλίων | |
χρείαν παρέχεται καθ’ ὅ τι ἂν | |
5 | παραγγέλλωσιν· ἀγαθῆι τύχηι· |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
δήμωι· Κλέανδρον Θεμιστίου | |
Χῖον πρόξενον εἶναι καὶ εὐ- | |
[ε]ργέτην τοῦ ἱεροῦ καὶ τῆς | |
10 | [π]όλεως τῆς Δηλίων καὶ αὐτὸν |
[κ]αὶ ἐγγόνους καὶ ὑπάρχειν | |
[α]ὐτοῖς ἀτέλειαν ἐν Δήλωι | |
[πά]ντων καὶ προεδρίαν ἐν τοῖς | |
[ἀγ]ῶσιν καὶ γῆς καὶ οἰκίας ἔνκτησιν | |
15 | [καὶ] πρόσοδον πρὸς τὴν βουλὴν |
[καὶ] τὸν δῆμον πρῶτον μετὰ τὰ ἱερά· | |
[τὸ] δὲ ψήφισμα ἀναγράψαι | |
[τὴν] βουλὴν εἰς τὸ βουλευ- | |
[τήρι]ον, τοὺς δὲ ἱεροποιοὺς | |
20 | [εἰς τὸ ἱερόν]. |