[ ]
Delos — mid-3rd c. BC
1 | [ἔ]δοξεν τῆι βουλῆ[ι καὶ τῶι δήμωι· — — —] |
[Ἱ]ερομβρότου εἶπεν· [ἐπειδὴ Ἀντιγένης] | |
[α]ἱρεθεὶς ὑπὸ τοῦ δήμο[υ τοῦ Ῥοδίων ναύ]- | |
[α]ρχος ἐπὶ τῆς φυλακῆς τ[ῶν νήσων καὶ] | |
5 | ἐπὶ σωτηρίαι τῶν Ἑλλήνων καὶ [τριή]- |
[ρ]αρχοι Τιμαφά[ν]ης καὶ Δίοννος καὶ Ἡ[γήσ]- | |
ανδρος Ῥόδιοι ἄν[δρ]ες ἀγαθοί εἰσι περὶ τ[ὸ] | |
ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλίων κα[ὶ] | |
τὴν φυλακὴν τῶν Ἑλλήνων· δεδόχθα[ι] | |
10 | τῶι δήμωι· εἶναι προξένους καὶ εὐεργ[έ]- |
τας [το]ῦ ἱεροῦ καὶ τῆς πόλεως τῆς Δηλίω[ν] | |
Ἀντι[γ]ένη Θεώρου, Τιμαφάνη Ἀναξιπόλιος̣, | |
Δίοννον Πολυδώρου, Ἡγήσανδρον Βουλάν[α]- | |
κτος καὶ αὐτοὺς καὶ ἐγγόνους καὶ εἶναι α[ὐ]- | |
15 | τοῖς ἐν Δήλωι πάντων ἀτέλειαν καὶ πρ[ο]- |
[ε]δρ[ίαν κα]ὶ γῆ[ς] καὶ οἰκίας ἔγκτησιν καὶ πρ[ό]- | |
[σ]ο[δ]ο[ν πρὸ]ς τὴν βο[υλ]ὴν καὶ τὸν δῆμον πρώ̣- | |
[τοις μ]ετὰ [τὰ ἱ]ερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τ[ὰ] | |
[ἄλλα] ὅσα [καὶ τοῖς ἄλ]λοις προξένοις καὶ εὐε[ρ]- | |
20 | [γ]έταις τ[ο]ῦ [ἱ]ερ[οῦ κ]αὶ τῆ[ς] πόλεως τῆς Δη- |
λίων· ἀναγ[ρά]ψ[αι δ]ὲ τόδε τὸ ψήφισμα τὴ[ν] | |
μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱ[ε]- | |
ροποιοὺς εἰς τὸ ἱερόν. |