[ ]
Delos — ca. 300-250 BC
1 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Εὐμήδης εἶπεν· ἐπειδὴ Φαῖνις | |
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ | |
τὸ ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλί- | |
5 | ω̣ν καὶ τιμᾶι τὸ ἱερὸν τὸ ἐν Δήλωι |
καὶ ποιῶν εὖ διατελεῖ Δηλίους· | |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
μωι· πρόξενον εἶναι τῆς πόλεως | |
τῆς Δηλίων Φαῖνιν Πεισιστράτου | |
10 | Νισύριον καὶ αὐτὸν καὶ ἐκγόνους |
καὶ εἶναι αὐτοῖς ἀτέλειαν ἐν Δή- | |
λωι πάντων καὶ γῆς καὶ οἰκίας ἔγ- | |
κτησιν καὶ προεδρίαν καὶ πρόσοδον | |
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
15 | πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα |
πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προ- | |
ξένοις καὶ εὐεργέταις· ἐπιμελεῖσ- | |
θαι δ’ αὐτοῦ τὴμ βουλὴν τὴν ἀεὶ | |
βουλεύουσαν καθ’ ὅ τι ἂν παραγγέλ- | |
20 | λει· ἀναγράψαι δὲ τὸ ψήφισμα τὴμ |
μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |