[ ] Delos — beg. 3rd c. BC
1 [— — — χρείας παρέχονται καὶ κοι]-
[νῆι τῆι πόλει καὶ ἰδί]α̣ι̣ τ̣οῖς ἀφι-
[κνουμένοις τῶν] Δηλίων· ἀνανεώσα-
[σ]θαι τὴν προξενίαν τὴν Ἀρθμιάδ-
5 ου καὶ Ἀρήσου τοῦ υἱοῦ καὶ εἶναι αὐτοὺ-
ς προξένους καὶ εὐεργέτας τοῦ τε
ἱεροῦ καὶ Δηλίων καὶ αὐτοὺς καὶ ἐκ-
γόνους· εἶναι δὲ αὐτοῖς ἀτέλειαν
ἐν Δήλωι πάντων καὶ προεδρίαν καὶ
10 γῆς καὶ οἰκίας ἔγκτησιν καὶ τἄλλα
πάντα ὅσα ὑπάρχει τοῖς προξένο[ι]-
ς καὶ εὐ<ερ>γέτα<ι>ς τοῦ τε ἱεροῦ καὶ Δηλ-
ίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα [τ]-
ὴμ μὲν βουλὴν εἰς τὸ βουλευτήρ[ιο]-
15 ν, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερό[ν].
Search Help
Contact Us