[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δ[ήμωι]·
Χαιρεσίλεως Ἱπποκρίτου εἶπ[εν]·
[ἐ]πειδὴ Φαναγόρας Φαινίππου [Καρ]-
[θαι]εὺς ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ
5 περί τε τὸ ἱερὸν τὸ ἐν Δήλωι καὶ Δηλί-
ους καὶ λέγων ἀγαθὸν ὅ τι ἂν δύνη-
ται καὶ πράττων περί τε τοῦ ἱεροῦ
καὶ Δηλίων καὶ κοινεῖ τοῖς ἐντυν-
χάνουσι Δηλίων καὶ ἰδίαι χρείας
10 παρεχόμενος· περὶ δὴ τούτων δε-
δόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· εἶναι
[Φ]αναγόραν Φαινίππου Καρθαιέα πρό-
ξενον τοῦ τε ἱεροῦ καὶ Δηλίων· ὑπάρ-
χειν δὲ αὐτῶι ἐν Δήλωι ἀτέλειαν κα[ὶ]
15 [π]ροεδρίαν καὶ γῆς καὶ οἰκίας ἔ[γκτη]-
[σ]ιν καὶ πρόσοδον πρὸς τὴ[μ βουλὴν]
καὶ τὸν δῆμον πρώτο[ις μετὰ τὰ ἱερὰ]
καὶ αὐτῶι καὶ ἐκ[γόνοις· ὑπάρχειν]
δὲ αὐτοῖς κα̣[ὶ τἄλλα ὅσαπερ τοῖς ἄλ]-
20 λοις προ[ξένοις καὶ εὐεργέταις Δηλίων]·
ἀνγράψαι δὲ — — — — — — — —].
Search Help
Contact Us