[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι· Ἀντίγονος Χαρίλα εἶπ[εν]·
ἐπειδὴ Εὐφράνωρ ἀνὴρ ἀγαθὸ[ς]
ὢν διατελεῖ περί τε τὸ ἱερὸν
5 καὶ τὴν πόλιν τὴν Δηλίων
καὶ λέγων ἀγαθὸν ὅ τι δύνα-
ται καὶ πράτ<τ>ων περί τε τὸ
[ἱ]ερὸν καὶ Δηλίους· δεδόχθαι
τῶι δήμωι· εἶναι Εὐφράνορα
10 Πολυκράτου Ῥόδιον πρόξε-
νον τῆς πόλεως τῆς Δηλί-
[ω]ν καὶ [εὐερ]γέτην τοῦ ἱεροῦ
[κα]ὶ αὐτὸν καὶ ἐγγόνους κ[αὶ]
[δεδ]όσθαι αὐτοῖς ἐν Δήλωι
15 [γ]ῆς καὶ οἰκίας ἔγκτησιν καὶ
[προ]εδρίαν ἐν τοῖς ἀγῶσιν
[καὶ πρόσο]δον πρὸς τὴμ βου-
[λὴν καὶ τὸν] δῆμον πρώτοις
[μετὰ τὰ ἱερά]· ὑπάρχειν δὲ αὐ-
20 [τοῖς] ἐν Δήλωι καὶ τὰ ἄλλα ὅ-
[σα δί]δοται ὑπὸ τοῦ δήμου
[τοῖ]ς προξένοις τῆς πόλε[ως]
[καὶ τοῦ] ἱεροῦ εὐεργέτα[ις]· ἀ-
ναγράψαι δὲ τόδε τὸ ψήφσμα]
25 [τὴν μὲ]ν βουλὴν εἰς τὸ βο[υλευ]-
[τήριο]ν, τοὺς δὲ ἱεροποιοὺς [εἰς]
[τὸ ἱ]ερόν.
Search Help
Contact Us