[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
μωι· Ἀντίγονος Χαρίλα εἶπ[εν]· | |
ἐπειδὴ Εὐφράνωρ ἀνὴρ ἀγαθὸ[ς] | |
ὢν διατελεῖ περί τε τὸ ἱερὸν | |
5 | καὶ τὴν πόλιν τὴν Δηλίων |
καὶ λέγων ἀγαθὸν ὅ τι δύνα- | |
ται καὶ πράτ<τ>ων περί τε τὸ | |
[ἱ]ερὸν καὶ Δηλίους· δεδόχθαι | |
τῶι δήμωι· εἶναι Εὐφράνορα | |
10 | Πολυκράτου Ῥόδιον πρόξε- |
νον τῆς πόλεως τῆς Δηλί- | |
[ω]ν καὶ [εὐερ]γέτην τοῦ ἱεροῦ | |
[κα]ὶ αὐτὸν καὶ ἐγγόνους κ[αὶ] | |
[δεδ]όσθαι αὐτοῖς ἐν Δήλωι | |
15 | [γ]ῆς καὶ οἰκίας ἔγκτησιν καὶ |
[προ]εδρίαν ἐν τοῖς ἀγῶσιν | |
[καὶ πρόσο]δον πρὸς τὴμ βου- | |
[λὴν καὶ τὸν] δῆμον πρώτοις | |
[μετὰ τὰ ἱερά]· ὑπάρχειν δὲ αὐ- | |
20 | [τοῖς] ἐν Δήλωι καὶ τὰ ἄλλα ὅ- |
[σα δί]δοται ὑπὸ τοῦ δήμου | |
[τοῖ]ς προξένοις τῆς πόλε[ως] | |
[καὶ τοῦ] ἱεροῦ εὐεργέτα[ις]· ἀ- | |
ναγράψαι δὲ τόδε τὸ ψήφ[ισμα] | |
25 | [τὴν μὲ]ν βουλὴν εἰς τὸ βο[υλευ]- |
[τήριο]ν, τοὺς δὲ ἱεροποιοὺς [εἰς] | |
[τὸ ἱ]ερόν. |