[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Ἀντίγονος Χαρίλα εἶπεν· ἐπειδὴ | |
Φίλιππος Θεοπόμπου Νάξιος κατοικῶ[ν] | |
ἐν Ἀλεξανδρείαι τῆς Αἰγύπτου | |
5 | χρείας παρεχόμενος διατελεῖ |
Δηλίων τοῖς ἐντυγχάνουσιν αὐτῶ[ι] | |
καὶ κοινῆι καὶ ἰδίαι εἰς ἃ ἂν αὐτὸν | |
παρακαλῶσιν· δεδόχθαι | |
τῶι δήμωι· εἶναι Φίλιππον | |
10 | Θεοπόμπου Νάξιον πρόξενον |
Δηλίων καὶ εὐεργέτην τοῦ ἱεροῦ | |
[κ]αὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι | |
[α]ὐτοῖς ἐν Δήλωι ἀτέλειαν | |
καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ | |
15 | προεδρίαν ἐν τοῖς ἀγῶσιν οὓς |
Δήλιοι τιθέασιν καὶ πρόσοδον | |
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
[π]ρώτοις μετὰ τὰ ἱερά· ὑπάρχειν δ[ὲ] | |
[α]ὐτοῖς καὶ τὰ ἄλ<λ>α πάντα ὅσα | |
20 | ἐστὶ δεδομένα τοῖς προξένοι[ς] |
καὶ εὐεργέταις τοῦ ἱεροῦ | |
καὶ Δηλίων· ἀναγράψαι δὲ τόδ[ε] | |
τὸ ψήφισμα τὴμ μὲν βουλὴν | |
εἰς τὸ βουλευτήριον, τοὺς δὲ | |
25 | ἱεροποιοὺς εἰς τὸ ἱερόν. |