IG XI,4 588
[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Ἀντίγονος Χαρίλα εἶπεν· ἐπειδὴ
Φίλιππος Θεοπόμπου Νάξιος κατοικῶ[ν]
ἐν Ἀλεξανδρείαι τῆς Αἰγύπτου
5 χρείας παρεχόμενος διατελεῖ
Δηλίων τοῖς ἐντυγχάνουσιν αὐτῶ[ι]
καὶ κοινῆι καὶ ἰδίαι εἰς ἃ ἂν αὐτὸν
παρακαλῶσιν· δεδόχθαι
τῶι δήμωι· εἶναι Φίλιππον
10 Θεοπόμπου Νάξιον πρόξενον
Δηλίων καὶ εὐεργέτην τοῦ ἱεροῦ
[κ]αὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι
[α]ὐτοῖς ἐν Δήλωι ἀτέλειαν
καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ
15 προεδρίαν ἐν τοῖς ἀγῶσιν οὓς
Δήλιοι τιθέασιν καὶ πρόσοδον
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον
[π]ρώτοις μετὰ τὰ ἱερά· ὑπάρχειν δ[ὲ]
[α]ὐτοῖς καὶ τὰ ἄλ<λ>α πάντα ὅσα
20 ἐστὶ δεδομένα τοῖς προξένοι[ς]
καὶ εὐεργέταις τοῦ ἱεροῦ
καὶ Δηλίων· ἀναγράψαι δὲ τόδ[ε]
τὸ ψήφισμα τὴμ μὲν βουλὴν
εἰς τὸ βουλευτήριον, τοὺς δὲ
25 ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us