[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Ἀντίγονος Χαρίλα εἶπεν· ἐπειδὴ | |
| Φίλιππος Θεοπόμπου Νάξιος κατοικῶ[ν] | |
| ἐν Ἀλεξανδρείαι τῆς Αἰγύπτου | |
| 5 | χρείας παρεχόμενος διατελεῖ |
| Δηλίων τοῖς ἐντυγχάνουσιν αὐτῶ[ι] | |
| καὶ κοινῆι καὶ ἰδίαι εἰς ἃ ἂν αὐτὸν | |
| παρακαλῶσιν· δεδόχθαι | |
| τῶι δήμωι· εἶναι Φίλιππον | |
| 10 | Θεοπόμπου Νάξιον πρόξενον |
| Δηλίων καὶ εὐεργέτην τοῦ ἱεροῦ | |
| [κ]αὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι | |
| [α]ὐτοῖς ἐν Δήλωι ἀτέλειαν | |
| καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ | |
| 15 | προεδρίαν ἐν τοῖς ἀγῶσιν οὓς |
| Δήλιοι τιθέασιν καὶ πρόσοδον | |
| πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
| [π]ρώτοις μετὰ τὰ ἱερά· ὑπάρχειν δ[ὲ] | |
| [α]ὐτοῖς καὶ τὰ ἄλ<λ>α πάντα ὅσα | |
| 20 | ἐστὶ δεδομένα τοῖς προξένοι[ς] |
| καὶ εὐεργέταις τοῦ ἱεροῦ | |
| καὶ Δηλίων· ἀναγράψαι δὲ τόδ[ε] | |
| τὸ ψήφισμα τὴμ μὲν βουλὴν | |
| εἰς τὸ βουλευτήριον, τοὺς δὲ | |
| 25 | ἱεροποιοὺς εἰς τὸ ἱερόν. |