[ ]
Delos — ca. 270-250
1 | [ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι |
δήμωι· Ξενοκλείδης Ἀ̣[ριστο]- | |
[βο]ύ̣λ̣ου εἶπεν· ἐπειδὴ Δι[ονύ]- | |
[σιος ἀ]νὴρ ἀγαθὸς ὢν διατε- | |
5 | λεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πό- |
λιν τὴν Δηλίων καὶ τοῖς ἐν- | |
τυγχάνουσιν αὐτῶι Δηλίων | |
χρείας παρέχεται καὶ κοινῆι | |
καὶ ἰδίαι· δεδόχθαι τῶι δήμωι· | |
10 | εἶναι Διονύσιον Παρμενίτου |
Περγαμηνὸν πρόξενον τῆς | |
πόλεως τῆς Δηλίων καὶ εὐερ- | |
[γ]έτην τοῦ ἱεροῦ καὶ αὐτὸν καὶ | |
ἐκγόνους, καὶ δεδόσθαι αὐτοῖς | |
15 | ἐν Δήλωι ἀτέλειαν καὶ γῆς καὶ |
οἰκίας ἔγκτησιν καὶ προεδρίαν | |
ἐν τοῖς ἀγῶσιν οἷς Δήλιοι τιθέασ[ι] | |
καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ | |
20 | ἱερά· ὑπάρχειν δὲ αὐτοῖς ἐν Δήλωι |
καὶ τἄλλα ὅσα δίδοται τοῖς προξέ- | |
νοις καὶ εὐεργέταις τοῦ ἱεροῦ· ἀνα- | |
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
25 | δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |