IG XI,4 586
[ ] Delos — ca. 270-250
1 [ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι
δήμωι· Ξενοκλείδης Ἀ̣[ριστο]-
[βο]ύ̣λ̣ου εἶπεν· ἐπειδὴ Δι[ονύ]-
[σιος ἀ]νὴρ ἀγαθὸς ὢν διατε-
5 λεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πό-
λιν τὴν Δηλίων καὶ τοῖς ἐν-
τυγχάνουσιν αὐτῶι Δηλίων
χρείας παρέχεται καὶ κοινῆι
καὶ ἰδίαι· δεδόχθαι τῶι δήμωι·
10 εἶναι Διονύσιον Παρμενίτου
Περγαμηνὸν πρόξενον τῆς
πόλεως τῆς Δηλίων καὶ εὐερ-
[γ]έτην τοῦ ἱεροῦ καὶ αὐτὸν καὶ
ἐκγόνους, καὶ δεδόσθαι αὐτοῖς
15 ἐν Δήλωι ἀτέλειαν καὶ γῆς καὶ
οἰκίας ἔγκτησιν καὶ προεδρίαν
ἐν τοῖς ἀγῶσιν οἷς Δήλιοι τιθέασ[ι]
καὶ πρόσοδον πρὸς τὴν βουλὴν
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ
20 ἱερά· ὑπάρχειν δὲ αὐτοῖς ἐν Δήλωι
καὶ τἄλλα ὅσα δίδοται τοῖς προξέ-
νοις καὶ εὐεργέταις τοῦ ἱεροῦ· ἀνα-
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν
βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς
25 δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us