[ ]
Delos — ca. 270-250
| 1 | [ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι |
| δήμωι· Ξενοκλείδης Ἀ̣[ριστο]- | |
| [βο]ύ̣λ̣ου εἶπεν· ἐπειδὴ Δι[ονύ]- | |
| [σιος ἀ]νὴρ ἀγαθὸς ὢν διατε- | |
| 5 | λεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πό- |
| λιν τὴν Δηλίων καὶ τοῖς ἐν- | |
| τυγχάνουσιν αὐτῶι Δηλίων | |
| χρείας παρέχεται καὶ κοινῆι | |
| καὶ ἰδίαι· δεδόχθαι τῶι δήμωι· | |
| 10 | εἶναι Διονύσιον Παρμενίτου |
| Περγαμηνὸν πρόξενον τῆς | |
| πόλεως τῆς Δηλίων καὶ εὐερ- | |
| [γ]έτην τοῦ ἱεροῦ καὶ αὐτὸν καὶ | |
| ἐκγόνους, καὶ δεδόσθαι αὐτοῖς | |
| 15 | ἐν Δήλωι ἀτέλειαν καὶ γῆς καὶ |
| οἰκίας ἔγκτησιν καὶ προεδρίαν | |
| ἐν τοῖς ἀγῶσιν οἷς Δήλιοι τιθέασ[ι] | |
| καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ | |
| 20 | ἱερά· ὑπάρχειν δὲ αὐτοῖς ἐν Δήλωι |
| καὶ τἄλλα ὅσα δίδοται τοῖς προξέ- | |
| νοις καὶ εὐεργέταις τοῦ ἱεροῦ· ἀνα- | |
| γράψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
| βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
| 25 | δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |