[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ [τῶι]
[δ]ήμωι· Φίλλις Διαίτου εἶπεν·
[E)]PEIDH\ *(IERWNI/DHS A)NH\R A)GAQO\S W)\[N]
[δ]ιατελεῖ περί τε τὸ ἱερὸν καὶ
5 τὸν δῆμον τὸν Δηλίων· δεδό-
χθαι τῶι δήμωι· Ἱερωνίδην
Πυθοδότου Ῥόδιον πρόξενον
εἶναι καὶ εὐεργέτην τῆς πόλε[ως]
[τ]ῆς Δηλίων καὶ αὐτὸν καὶ ἐκ-
10 [γ]όνους καὶ εἶναι αὐτοῖς πάντω[ν]
ἀτέλειαν καὶ προεδρίαν καὶ γ[ῆς]
[κα]ὶ οἰκίας ἔγκτησιν καὶ πρόσο-
δον πρὸς τὴν βουλὴν καὶ τὸν
δῆμον πρώτοις μετὰ τὰ ἱε[ρά]·
15 [ὑ]πάρχειν [δὲ αὐτοῖς — — —].
Search Help
Contact Us