[ ] Delos — ca. 260 BC
1 θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Ἱερόμβροτος Εὐδήμου εἶπεν· ἐπειδὴ
Ἀντιφάνης ἀνὴρ ἀγαθὸς ὢν διατε-
5 λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον
τὸν Δηλίων καὶ κοινῆι ὅ τι ἂν δύ-
νηται ἀγαθὸν Δηλίους διατελεῖ ποιῶν
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν πρὸς
[α]ὐτὸν χρείαν παρέχεται, οὐδένα καιρὸν
10 ἐλλιπὼν φιλοτιμίας· δεδόχθαι τῆι βου-
[λ]ῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν
Ἀντιφάνη Σωτηρίδου Σάμιον ἀρετῆς
ἕνεκεν καὶ φιλοτιμίας ἧς ἔχων διατε-
λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν
15 Δηλίων καὶ εἶναι αὐτὸμ πρόξενον
καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δη-
λίων καὶ ὑπάρχειν αὐτῶι ἐν Δήλωι
ἀτέλειαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν
[κ]αὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν
20 οἷς Δήλιοι τιθέασιν καὶ πρόσοδον
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον
τὸν Δηλίων πρώτωι μετὰ τὰ ἱ<ε>ρά·
ὑπάρχειν δὲ αὐτῶι καὶ τὰ ἄλλα
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
25 εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλί-
ων δέδοται· ἀναγράψαι δὲ τόδε
τὸ ψήφισμα τὴμ μὲμ βουλὴν
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱερο-
ποιοὺς εἰς στήλην λιθίνην
30 καὶ στῆσαι ἐν τῶι ἱερῶι.
Search Help
Contact Us