[ ]
Delos — ca. 260 BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Ἱερόμβροτος Εὐδήμου εἶπεν· ἐπειδὴ | |
Ἀντιφάνης ἀνὴρ ἀγαθὸς ὢν διατε- | |
5 | λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον |
τὸν Δηλίων καὶ κοινῆι ὅ τι ἂν δύ- | |
νηται ἀγαθὸν Δηλίους διατελεῖ ποιῶν | |
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν πρὸς | |
[α]ὐτὸν χρείαν παρέχεται, οὐδένα καιρὸν | |
10 | ἐλλιπὼν φιλοτιμίας· δεδόχθαι τῆι βου- |
[λ]ῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
Ἀντιφάνη Σωτηρίδου Σάμιον ἀρετῆς | |
ἕνεκεν καὶ φιλοτιμίας ἧς ἔχων διατε- | |
λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
15 | Δηλίων καὶ εἶναι αὐτὸμ πρόξενον |
καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δη- | |
λίων καὶ ὑπάρχειν αὐτῶι ἐν Δήλωι | |
ἀτέλειαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν | |
[κ]αὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν | |
20 | οἷς Δήλιοι τιθέασιν καὶ πρόσοδον |
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
τὸν Δηλίων πρώτωι μετὰ τὰ ἱ<ε>ρά· | |
ὑπάρχειν δὲ αὐτῶι καὶ τὰ ἄλλα | |
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
25 | εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλί- |
ων δέδοται· ἀναγράψαι δὲ τόδε | |
τὸ ψήφισμα τὴμ μὲμ βουλὴν | |
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱερο- | |
ποιοὺς εἰς στήλην λιθίνην | |
30 | καὶ στῆσαι ἐν τῶι ἱερῶι. |