[ ] Delos — ca. 300-250 BC
1 Εὐκλείους Τηνίου.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Τηλέμνηστος Χαρίλα εἶπεν·
ἐπειδὴ πρότερόν τε Εὐκλῆς
5 ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε
τὸ ἱερὸν τὸ ἐν Δήλωι καὶ Δηλίου[ς]
καὶ νῦμ πᾶσαν ἐπιμέλειαμ
ποιούμενος διατελεῖ πρὸς
τοὺς ἐντυγχάνοντας αὐτῶι
10 Δηλίων καὶ κοινεῖ τὸ ἱερὸν
ἐγκωμιάζει οὗ ἂν ἀφίκηται· δε-
δόχθαι τῶι δήμωι· ἐπαινέ-
σαι Εὐκλῆν τὸν υἱὸν τὸν Πολυ-
γνώτου ἀρετῆς ἕνεκεν καὶ εὐνοί-
15 ας τῆς περὶ τὸ ἱερὸν καὶ τὸν δ[ῆ]-
[μον] τὸν Δηλίων καὶ εἶναι αὐτῶι
[ἀτέλεια]ν ἐν Δήλωι καὶ αὐτῶι κα[ὶ]
[ἐκγόνοις καὶ τὰ ἄλ]λα πάντα
[ὅσαπερ καὶ τοῖς ἄλλοις π]ροξένο[ις]
20 [καὶ εὐεργέταις — — — — — — — —].
Search Help
Contact Us