[ ] Delos — ca. 260 BC
1 — — — — — — —νη καὶ πρὸς
πόλεις κα[λῶς κ]αὶ ἐπιφανῶς ἐν τῆ[ι]
ποιήσει κεκόσμηκεν καὶ τὸ ἱερὸν καὶ
Δηλίους· δεδόχθαι τῶι δήμωι· ἐπαι-
5 νέσαι Ἄμφικλον Καλλιστράτου
[Χ]ῖον <καὶ> στεφανῶσαι αὐτὸν δάφνης
στεφάνωι ἐν τῶι ἀγῶνι <τῶι> μουσικῶι τοῖς
Ἀπολλωνίοις καὶ ἀναγορεῦσαι τὸν ἱε-
ροκήρυκα διότι στεφανοῖ ὁ δῆμος
10 ὁ Δηλίων Ἄμφικλον Καλλιστρά-
του Χῖον εὐσεβείας ἕνεκεν τῆς
εἰς τὸ ἱερὸν καὶ εὐνοίας ἧς ἔχων
διατελεῖ Δηλίοις· εἶναι δὲ αὐ-
τὸν καὶ πρόξενον Δηλίων καὶ εὐερ-
15 γέτην καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκ-
γόνοις προεδρίαν ἐν τοῖς ἀγῶ-
σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν
καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά·
ὑπάρχειν δὲ αὐτῶι καὶ γῆς καὶ οἰ-
20 κίας ἔγκτησιν καὶ τὰ ἄλλα πάντα
ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις ὑπάρχει τοῦ ἱεροῦ
καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ βου-
25 λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς
τὸ ἱ[ερ]όν.
Search Help
Contact Us