[ ]
Delos — ca. 300-250 BC
1 | [ἔδοξεν] τῆι βουλῆι καὶ τ[ῶι δήμωι]· |
[Πολύ]ξ̣ενος Παρμενίωνος εἶπε[ν]· | |
[ἐπειδ]ὴ Διοσκουρίδης Κλεομένους | |
[ἀνὴ]ρ ἀγαθὸς ὢν διατελεῖ περί τε | |
5 | [τὸ ἱ]ερὸν καὶ Δηλίους· δεδόχθαι τῶι |
[δ]ήμωι· ἐπαινέσαι Διοσκουρίδην | |
Λαμψακηνὸν καὶ εἶναι αὐτὸν | |
πρόξενον καὶ εὐεργέτην τοῦ | |
ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
10 | ἐκγόνους· δεδόσθαι δὲ αὐτοῖς καὶ |
ἀτέλειαν καὶ προεδρίαν καὶ γῆς | |
καὶ οἰκίας ἔγκτησιν καὶ πρόσοδον | |
πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον | |
πρώτοις μετὰ τὰ ἱερά· | |
15 | ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα |
τὴμ μὲν βουλὴν εἰς τὸ βουλευτή- | |
ριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ | |
ἱερόν. | |
Διοσκουρίδου | |
20 | Λαμψακηνοῦ. |