[ ]
Delos — ca. 300-250 BC
1 | [․․․ ἐ]πειδὴ Φιλοκλε[ίδης ἀ]- |
[νὴ]ρ ἀγαθὸς ὢν διατε[λεῖ περί τε] | |
[τὸ] ἱερὸν καὶ Δηλίους· δεδ[όχθαι] | |
τῶι δήμωι· εἶναι Φιλοκλε[ίδην] | |
5 | Φιλοκλέους Χαλκιδέα πρόξ[ενον] |
καὶ αὐτὸν καὶ ἐκγόνους κα[ὶ] | |
εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέ[λει]- | |
αν πάντων καὶ [προ]εδρίαν [καὶ] | |
γῆς καὶ οἰκίας ἔγκτησιν κα[ὶ] | |
10 | πρόσοδον πρὸς τὴν βουλὴν [καὶ] |
τὸν δῆμον πρώτοις μετὰ τ[ὰ] | |
ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ [τὰ] | |
ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλο[ις] | |
προξένοις καὶ εὐεργέταις [δέδο]- | |
15 | ται παρὰ Δηλίων· ἀναγράψ[αι δὲ] |
τόδε τὸ ψήφισμα τὴμ μὲν βο[υλὴν] | |
εἰς τὸ βουλευτήριον, τοὺς δ[ὲ] | |
ἱεροποιοὺς εἰς τὸ ἱερόν. |