IG XI,4 567
[ ] Delos — ca. 300-250 BC
1 [․․․ ἐ]πειδὴ Φιλοκλε[ίδης ἀ]-
[νὴ]ρ ἀγαθὸς ὢν διατε[λεῖ περί τε]
[τὸ] ἱερὸν καὶ Δηλίους· δεδ[όχθαι]
τῶι δήμωι· εἶναι Φιλοκλε[ίδην]
5 Φιλοκλέους Χαλκιδέα πρόξ[ενον]
καὶ αὐτὸν καὶ ἐκγόνους κα[ὶ]
εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέ[λει]-
αν πάντων καὶ [προ]εδρίαν [καὶ]
γῆς καὶ οἰκίας ἔγκτησιν κα[ὶ]
10 πρόσοδον πρὸς τὴν βουλὴν [καὶ]
τὸν δῆμον πρώτοις μετὰ τ[ὰ]
ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ [τὰ]
ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλο[ις]
προξένοις καὶ εὐεργέταις [δέδο]-
15 ται παρὰ Δηλίων· ἀναγράψ[αι δὲ]
τόδε τὸ ψήφισμα τὴμ μὲν βο[υλὴν]
εἰς τὸ βουλευτήριον, τοὺς δ[ὲ]
ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us