IG XI,4 565
[ ] Delos — ca. 260 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Σωσί-
δημος Ἀντιγόνου εἶπεν· ἐπειδὴ Ἑρμία[ς]
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε τὸν
θεὸγ καὶ τὸν δῆμον τὸν Δηλίων· δεδό[χ]-
5 θαι τῶι δήμωι· ἐπαινέσαι μὲν Ἑρμίαν Δ̣․․
ου Ἁλικαρνασσέα ἀρετῆς ἕνεκα καὶ ε[ὐ]-
νοίας τῆς περὶ τὴμ πόλιν τὴν Δηλίων
[κ]αὶ στεφανῶσαι δάφνης στεφάνωι καὶ
[ἀναγορεῦσ]αι τὸν στέφανον ἐν τῶι θεά-
10 [τρωι τοῖς Ἀπολλ]ωνίοις· εἶναι δὲ αὐτὸν
[πρόξενον τοῦ δήμου κα]ὶ αὐτὸγ καὶ ἐγγό-
[νους καὶ εἶναι αὐτοῖς ἀτέ]λειαν ἐν Δ[ή]-
[λωι — — — — — — — — — καὶ γ]ῆς κα[ὶ]
[οἰκίας ἔγκτησιν — — — — — — — — —].
Search Help
Contact Us