[ ]
Delos — beg. 3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἄμνος |
Δεξικράτους εἶπεν· ἐπειδὴ Σώστρατος | |
Δεξιφάνους Κνίδιος ἀνὴρ ἀγαθὸς ὢν | |
διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν τὴν | |
5 | Δηλίων καὶ ποεῖ ἀγαθὸν ὅ τι δύναται καὶ |
λόγωι καὶ ἔργωι τοὺς ἐντυγχάνοντας | |
ἑαυτῶι Δηλίων· ἐπαινέσαι μὲν αὐτὸν ἀρετῆς | |
καὶ εὐνοίας ἕνεκεν· πρόξενον δ’ εἶναι καὶ | |
εὐεργέτην τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων | |
10 | Σώστρατον Δεξιφάνους Κνίδιον καὶ ἐκγόνους |
καὶ εἶναι αὐτοῖς πολιτείαν ἐν Δήλωι καὶ | |
ἀτέλειαν πάντων καὶ προεδρίαν καὶ γῆς καὶ | |
οἰκίας ἔγκτησιν καὶ πρόσοδον πρὸς τὴμ βουλὴν | |
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ | |
15 | τἄλλα ὅσαπερ τοῖς ἄλλοις προξένοις καὶ |
εὐεργέταις τῆς πόλεως δέδοται παρὰ Δηλίων· | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν βουλὴν | |
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |