[ ] Delos — ca. 300-250 BC
1 ἔδ[οξεν τῆι βουλῆι καὶ τῶι δή]-
μω[ι· Ἱέρ]αρχος Π[ροκλείους εἶπεν]·
ἐπ[ε]ιδὴ Ἀπολλόδωρ[ος ἀνὴρ ἀγα]-
θ[ὸ]ς ὢν διατελεῖ περί τε τὸ ἱερὸν
5 [κ]αὶ τὴν πόλιν τὴν Δηλίων καὶ
ποιεῖ ἀγαθὸν ὅ τι δύναται καὶ λό-
γωι καὶ ἔργωι τοὺς ἐντυγχάνοντας
ἑαυτῶι Δηλίων· ἐπαινέσαι μὲν
αὐτὸν ἀρετῆς καὶ εὐνοίας ἕνεκα,
10 πρόξενον δ’ εἶναι καὶ εὐεργέτην
τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δη-
[λ]ίων Ἀπολλόδωρον Ἀπολλωνίου
Κυζικηνὸν αὐτὸν καὶ ἐκγόνους,
καὶ εἶναι αὐτοῖς πολιτείαν ἐν
15 Δήλωι καὶ ἀτέλειαν πάντων
καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ πρόσοδον πρὸς
τὴμ βουλὴν καὶ τὸν δῆμον
πρώτοις μετὰ <τὰ> ἱερὰ καὶ τἄλλα
20 ὅσαπερ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις τῆς πόλεως
δέδοται παρὰ Δηλίων· ἐπιμε-
λεῖσθαι δ’ αὐτῶν τὴμ βουλὴν
τὴν ἀεὶ βουλεύουσαν καὶ ὑπη-
25 ρετεῖν ἐάν του δέωνται· ἀνα-
γράψαι δὲ τόδε τὸ ψήφισμα
τὴμ μὲμ βουλὴν εἰς τὸ βουλευ-
τήριον, τοὺς δὲ ἱεροποιοὺς
εἰς τὸ ἱερόν.
Search Help