[ ]
Delos — ca. 300-250 BC
1 | ἔδ[οξεν τῆι βουλῆι καὶ τῶι δή]- |
μω[ι· Ἱέρ]αρχος Π[ροκλείους εἶπεν]· | |
ἐπ[ε]ιδὴ Ἀπολλόδωρ[ος ἀνὴρ ἀγα]- | |
θ[ὸ]ς ὢν διατελεῖ περί τε τὸ ἱερὸν | |
5 | [κ]αὶ τὴν πόλιν τὴν Δηλίων καὶ |
ποιεῖ ἀγαθὸν ὅ τι δύναται καὶ λό- | |
γωι καὶ ἔργωι τοὺς ἐντυγχάνοντας | |
ἑαυτῶι Δηλίων· ἐπαινέσαι μὲν | |
αὐτὸν ἀρετῆς καὶ εὐνοίας ἕνεκα, | |
10 | πρόξενον δ’ εἶναι καὶ εὐεργέτην |
τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δη- | |
[λ]ίων Ἀπολλόδωρον Ἀπολλωνίου | |
Κυζικηνὸν αὐτὸν καὶ ἐκγόνους, | |
καὶ εἶναι αὐτοῖς πολιτείαν ἐν | |
15 | Δήλωι καὶ ἀτέλειαν πάντων |
καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας | |
ἔγκτησιν καὶ πρόσοδον πρὸς | |
τὴμ βουλὴν καὶ τὸν δῆμον | |
πρώτοις μετὰ <τὰ> ἱερὰ καὶ τἄλλα | |
20 | ὅσαπερ τοῖς ἄλλοις προξένοις |
καὶ εὐεργέταις τῆς πόλεως | |
δέδοται παρὰ Δηλίων· ἐπιμε- | |
λεῖσθαι δ’ αὐτῶν τὴμ βουλὴν | |
τὴν ἀεὶ βουλεύουσαν καὶ ὑπη- | |
25 | ρετεῖν ἐάν του δέωνται· ἀνα- |
γράψαι δὲ τόδε τὸ ψήφισμα | |
τὴμ μὲμ βουλὴν εἰς τὸ βουλευ- | |
τήριον, τοὺς δὲ ἱεροποιοὺς | |
εἰς τὸ ἱερόν. |