IG XI,4 561
[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Ἱέραρχος Προκλείους εἶπεν· ἐπε[ι]-
δὴ Διονύσιος ἀνὴρ ἀγαθὸς ὢ[ν]
διατελεῖ περί τε τὸ ἱερὸν καὶ
5 τὴμ πόλιν τὴν Δηλίων· δεδό-
χθαι τῶι δήμωι· εἶναι πρόξενον
Δηλίων Διονύσιον Ποτάμωνος
Ναυκρατίτην καὶ αὐτὸν καὶ ἐκγό-
νους καὶ εἶναι αὐτοῖς ἀτέλειαν ἐ[ν]
10 Δήλωι πάντων καὶ γῆς καὶ οἰκία[ς]
ἔγκτησιν καὶ πρόσοδον πρὸς [τὴν]
βουλὴν καὶ τὸν δῆμον πρώτο[ις]
μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα πάν[τα]
[ὅ]σα ὑπάρχει τοῖς ἄλλοις προξέ[νοις]
15 [κα]ὶ εὐεργέταις τοῦ ἱεροῦ καὶ τ[οῦ]
[δήμου τοῦ Δηλίω]ν· ἀναγρά[ψαι δὲ]
[τόδε τὸ ψήφισμα — — — — — — — —].
Search Help
Contact Us