[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Μνήσαλκος Τελεσαρχίδου εἶπεν· ἐπει- | |
| δὴ Θεόφιλος Δημητρίου Ἀθηναῖος ἀνὴρ ἀ- | |
| γαθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν καὶ Δη- | |
| 5 | λίους χρείας παρεχόμενος εἰς ἃ ἂν αὐ- |
| τόν τις παρ[ακαλῆι] τῶν ἐντυγχανόν- | |
| των καὶ κ[οινῆι] καὶ ἰδί[αι· δεδόχθ]αι τῶι δ[ή]- | |
| μωι· εἶναι Θε[όφιλον Δημητρίου] Ἀθηναῖον | |
| εὐεργέτην τοῦ [ἱεροῦ] καὶ [πρ]όξενον | |
| 10 | τῆς πόλεως τῆς [Δηλίων καὶ δε]δόσ- |
| θαι αὐτῶι καὶ [ἐκγόνοις πάν]των ἀτέ- | |
| λειαν ἐ[ν Δήλωι] κα[ὶ γῆς καὶ οἰ]κίας ἔν- | |
| κτη[σιν καὶ προεδρίαν ἐν τ]οῖς ἀγῶσιν | |
| οἷς Δήλ[ιοι τιθέασιν καὶ πρόσο]δον πρὸς | |
| 15 | τὴν [βουλὴν καὶ τὸν δῆμον] πρώτοις με- |
| τὰ τὰ [ἱερά· ὑπάρχειν δὲ] αὐτοῖς καὶ τὰ | |
| [ἄλλα πάντα ὅσαπερ δέδοται] καὶ τοῖς | |
| προ[ξένοις καὶ εὐεργέταις τοῦ] ἱεροῦ | |
| καὶ Δη[λίων· ἀναγράψαι δὲ τόδε τὸ] ψή- | |
| 20 | φισμα τὴμ [μὲν βουλὴν] εἰς τὸ βουλε[υ]- |
| τ[ήριον, τοὺς δ]ὲ ἱε[ροποιοὺς] ε[ἰς τὸ ἱ]ερ[όν]. |