IG XI,4 547
[ ] Delos — ca. 300-250 BC
1 θεοί.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Ἀριστόλοχος Νικοδρόμου εἶπεν·
ἐπειδὴ Φίλιστος Φιλίσκου Χῖος ἀ-
5 νὴρ ἀγαθός ἐστι περὶ τὸ ἱερὸν καὶ
τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι τῶ[ι]
δήμωι· εἶναι Φίλιστον εὐεργέτην
τῆς πόλεως καὶ πρόξενον Δηλί-
ων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶ-
10 ναι αὐτοῖς ἀτέλειαν πάντων καὶ
γῆς καὶ οἰκίας ἔγκτησιν καὶ πολιτε-
ίαν καὶ πρὸς φράτραν ἣν ἂν βούλων-
ται προσγράψασθαι· ὑπάρχειν δ’ αὐ-
τοῖς καὶ προδικίαν καὶ ἀσυλίαν
15 καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν
δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ
προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ
τἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοι-
ς προξένοις καὶ εὐεργέταις
20 τοῦ ἱεροῦ καὶ τῆς πόλεως· ὅπω-
ς δὲ καὶ κύρια ἦι τὰ ὑπὸ τοῦ δή-
μου ἐψηφισμένα, ἀναγράψαι
τόδε τὸ ψήφισμα τὴν μὲν βου-
λὴν εἰς τὸ βουλευτήριον, τοὺς
25 δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us