[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι]· |
Ἀριστόλοχος Νικοδρόμου εἶπεν· | |
ἐπειδὴ Φιλῖνος ἀνὴρ ἀγαθός | |
ἐστιν περί τε τὸ ἱερὸν καὶ τὸν | |
5 | δῆμον τὸν Δηλίων· δεδόχθαι |
τῶι δήμωι· Φιλῖνον Φιλίνου | |
Μεγαρέα εἶναι πρόξενον καὶ | |
εὐεργέτην τῆς πόλεως τῆς | |
Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνου[ς]· | |
10 | ὑπάρχειν δὲ αὐτοῖς ἐν Δήλω[ι] |
ἀτέλειαν πάντων καὶ | |
προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ | |
πολιτείαγ καὶ γῆς καὶ οἰκί[ας] | |
ἔγκτησιν καὶ πρόσοδομ πρ[ὸς] | |
15 | τὴμ βουλὴν καὶ τὸν δῆμον |
πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ | |
ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλο[ι]ς | |
προξένοις καὶ εὐεργέταις | |
τοῦ ἱεροῦ καὶ τῆς πόλεως τῆ[ς] | |
20 | Δηλίων δέδοται· ἀναγράψαι |
[δ]ὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
[β]ουλὴν εἰς τὸ βουλευτήριον, | |
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |