[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι]·
Ἀριστόλοχος Νικοδρόμου εἶπεν·
ἐπειδὴ Φιλῖνος ἀνὴρ ἀγαθός
ἐστιν περί τε τὸ ἱερὸν καὶ τὸν
5 δῆμον τὸν Δηλίων· δεδόχθαι
τῶι δήμωι· Φιλῖνον Φιλίνου
Μεγαρέα εἶναι πρόξενον καὶ
εὐεργέτην τῆς πόλεως τῆς
Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνου[ς]·
10 ὑπάρχειν δὲ αὐτοῖς ἐν Δήλω[ι]
ἀτέλειαν πάντων καὶ
προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ
πολιτείαγ καὶ γῆς καὶ οἰκί[ας]
ἔγκτησιν καὶ πρόσοδομ πρ[ὸς]
15 τὴμ βουλὴν καὶ τὸν δῆμον
πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ
ἄλλα ὅσαπερ καὶ τοῖς ἄλλο[ι]ς
προξένοις καὶ εὐεργέταις
τοῦ ἱεροῦ καὶ τῆς πόλεως τῆ[ς]
20 Δηλίων δέδοται· ἀναγράψαι
[δ]ὲ τόδε τὸ ψήφισμα τὴν μὲν
[β]ουλὴν εἰς τὸ βουλευτήριον,
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help