[ ] Delos — 300-281 BC
1 [ἔδοξε]ν τῆι βουλῆι [καὶ τῶι δήμωι].
[Ἀριστό]λοχος Νικοδρόμ[ου εἶπεν· ἐπειδὴ]
[καὶ πρότερ]ο̣ν Γοργίω[ν, πατὴρ Δημαράτου?]
— — — — — — —το․․․π— — — — — — —
5 [— — — — — — ἔπρ]α[ττ]ε[ν ὑ]π̣ὲ[ρ] τ̣οῦ̣ ἱερο[ῦ]
ἀγαθὸν ὅ τι ἠδύνατο καὶ νῦν Δημάρατος
διατρίβων παρὰ τῶι βασιλεῖ Λυσιμάχωι
χρείας παρέχεται Δηλίων τοῖς ἐντυγ-
χάνουσιν ἑαυτῶι καὶ τὸ ἱερὸν τιμᾶι διαφ[υ]-
10 λάττων τὴν τοῦ πατρὸς τοῦ ἑαυτοῦ πε-
ρὶ τὸ ἱερὸν καὶ Δηλίους εὔνοιαν, ἐμφ̣α̣ν̣ίζε[ι]
δὲ καὶ αὐτὸς παραγενόμενος ὅτι καὶ τῶι πατρὶ
καὶ αὐτῶι προσήκει τιμᾶν τὸ ἱερὸν καθάπε[ρ]
καὶ οἱ πρόγονοι αὐτῶν Λακεδαιμόνιοι
15 πλεῖστον λόγον ἐποήσαντο τοῦ ἱεροῦ
καὶ Δηλίων ὅπως σωιζόμε[νον ἔ]χ̣ωσι τὸ
ἱερόν, ἀναγγέλλει δὲ καὶ τὴν τοῦ βασιλέ-
ως Λυσιμάχου εὔνοιαν [ἣ]ν ἔχει περὶ τὸ ἱε-
ρὸν καὶ αὐτὸς ἐπαγγέλλεται δηλώ-
20 σειν τῶι βασιλεῖ Λυσιμάχωι κ̣α̣ὶ̣ Ἀ̣ρ̣[σι]ν̣ό[ηι]
τῆι β[ασιλίσσηι] τὴν τοῦ δή[μου το]ῦ Δηλί[ων]
εὔνοιαν π̣[ᾶσαν· τύχη]ι ἀγαθῆι· [δεδόχθ]αι τῆι
βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Δημάρατον
Γοργίωνος Λακεδαιμόνιον ἐπ̣[εὶ εὐεργ]έτης
25 ἐστὶν τοῦ δήμου καὶ στεφ[ανῶσαι αὐ]τὸν
δάφνης στεφάνωι τῶι [ἱερῶι τοῦ θε]οῦ ἀρ[ε]-
τῆς ἕνεκεν καὶ ε[ὐνοίας ἧς διατε]λεῖ ἔχω[ν]
περὶ Δηλίους καὶ εὐσε[βείας τῆς εἰ]ς τὸ ἱερ[όν]·
ἀνειπεῖν δὲ τ[ὸν ἱεροκήρυκα τὸν στέ]φανο[ν]
30 Ἀπολλωνίοις [ἐν τῶι θεάτρωι· ὑπάρχειν] δὲ
αὐτῶι παρὰ [Δη]λ[ίων καὶ ἐκγόνοις γῆς]
καὶ οἰκίας [ἔγκτησιν καὶ — — — — — —]
καὶ προε[δρίαν ἐν πᾶσι τοῖς ἀγῶσιν καὶ]
πρόσοδον [πρὸς τὴν] βουλὴν καὶ [τὸν δῆμο]-
35 ν πρώ[τοις μετὰ τὰ] ἱερά· εἶναι δὲ αὐτο[ῖς]
ἐν [Δήλωι καὶ τὰ ἄλλα ὅσα παρὰ] Δ̣ηλί-
[ων δέδοται — — — — — — — — — —].
Search Help
Contact Us