[ ]
Delos — beg. 3rd c. BC
1 | Ἐρμόδοτος Ἀριστέου εἶπεν· |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
ἐπειδὴ Ἡρόστ[ρα]τος Θεοπρόπου | |
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ | |
5 | ἱερὸν καὶ τὴν πόλιν τὴν [Δη]λίων |
καὶ κοινῆι τοῦ δήμου [π]ολλὴν | |
[ἐ]πιμέλειαν ποεῖται μετ[ὰ π]άσης | |
[ε]ὐνοίας καὶ ἰδία τοῖς ἐντυγχάνουσιν | |
[α]ὐτῶι Δηλίων χρείαν παρέχεται | |
10 | καθότι ἂν παραγγέλλωσιν· |
ἀγαθῆι τύχηι· δεδόχθαι τῆι βουλῆι | |
καὶ τῶι δήμωι· εἶναι Ἡρόστρατον | |
Θεοπρόπου Χῖον πρόξενον | |
καὶ εὐεργέτην τοῦ ἱεροῦ καὶ τῆς | |
15 | πόλεως τῆς Δηλίων καὶ αὐτὸν |
καὶ ἐγγόνους καὶ ὑπάρχειν | |
αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάντων | |
καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
[κ]αὶ γῆς καὶ οἰκίας ἔνκτησιν | |
20 | [κ]αὶ πρόσοδον πρὸς τὴν βουλὴν |
[κ]αὶ τὸν δῆμον πρώτοις μετὰ τὰ | |
ἱερά· τὸ δὲ ψήφισμα ἀναγ[ρά]ψαι | |
τὴν βουλὴν εἰς τὸ βουλευτήριον, | |
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |