[ ] Delos — beg. 3rd c. BC
1 Ἐρμόδοτος Ἀριστέου εἶπεν·
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
ἐπειδὴ Ἡρόστ[ρα]τος Θεοπρόπου
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ
5 ἱερὸν καὶ τὴν πόλιν τὴν [Δη]λίων
καὶ κοινῆι τοῦ δήμου [π]ολλὴν
[ἐ]πιμέλειαν ποεῖται μετ[ὰ π]άσης
[ε]ὐνοίας καὶ ἰδία τοῖς ἐντυγχάνουσιν
[α]ὐτῶι Δηλίων χρείαν παρέχεται
10 καθότι ἂν παραγγέλλωσιν·
ἀγαθῆι τύχηι· δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· εἶναι Ἡρόστρατον
Θεοπρόπου Χῖον πρόξενον
καὶ εὐεργέτην τοῦ ἱεροῦ καὶ τῆς
15 πόλεως τῆς Δηλίων καὶ αὐτὸν
καὶ ἐγγόνους καὶ ὑπάρχειν
αὐτοῖς ἀτέλειαν ἐν Δήλωι πάντων
καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν
[κ]αὶ γῆς καὶ οἰκίας ἔνκτησιν
20 [κ]αὶ πρόσοδον πρὸς τὴν βουλὴν
[κ]αὶ τὸν δῆμον πρώτοις μετὰ τὰ
ἱερά· τὸ δὲ ψήφισμα ἀναγ[ρά]ψαι
τὴν βουλὴν εἰς τὸ βουλευτήριον,
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help