[ ]
Delos — end 4th/beg. 3rd c. BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ | |
Μελάνθιος Ἡροδώρου ἀνὴρ ἀγαθός ἐστι | |
περὶ τὸν δῆμον τὸν Δηλίων καὶ πράσσε[ι] | |
5 | ἀγαθὸν ὅ τι δύναται καὶ κοινῆι καὶ ἰδίαι κα[ὶ] |
νῦν καὶ ἐν τῶι ἔμπροσθε χρόνωι· Μελάν- | |
θιον Ἡροδώρου Ἰκάριον ἐξ Οἴνης πρόξενο[ν] | |
εἶναι Δηλίων καὶ αὐτὸν καὶ ἐγγόνους κα[ὶ] | |
εἶναι αὐτοῖς ἀτέλειαν πάντων καὶ προε- | |
10 | δρίαν καὶ πρόσοδον πρὸς τὴν βουλὴν πρώ- |
τοις μετὰ τὰ ἱερὰ καὶ γῆς ἔγκτησιν καὶ οἰ- | |
κίας καὶ τὰ ἄλλα πάντα ὅσαπερ τοῖς | |
ἄλλοις προξένοις καὶ εὐεργέται<ς> τῆς π[ό]- | |
λεως· ἀναγράψαι δὲ τὸ ψήφισμα το[ὺς ἱε]- | |
15 | ροποιοὺς εἰς στήλην λιθίνην καὶ [στῆσαι] |
εἰς τὸ ἱερόν. |