[ ] Delos — mid-3rd c. BC
1 [ἔδοξεν τῆι βουλῆι καὶ τῶι]
δήμωι· Στησίσ̣[τρατος? — — —]
εἶπεν· ἐπειδὴ Φώκρι[τος καὶ]
Ἀγασικλῆς ἄνδρες ἀγαθοί εἰ[σιν]
5 περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον
τὸν Δηλίων· δεδόχθαι τῶι δή[μωι]·
ἐπαινέσαι Φώκριτον κ[αὶ]
Ἀγασικλέα Λεοντίσ[κου]
Βυζαντίους τῆς τ[ε περὶ τὸ]
10 [ἱ]ερὸ[ν εὐ]σεβε̣ί̣α̣[ς][νεκα] καὶ
τῆς εὐνοίας τῆς εἰς τὸν
δῆμον τὸν Δηλίων· εἶναι δὲ
Ἀγασικλέα καὶ Φώκριτον
προξένους Δηλίων αὐτοὺ[ς]
15 καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
ἐν Δήλ[ωι] ἀτέλειαν πάντων
καὶ προεδρίαγ καὶ γῆς καὶ οἰκίας
ἔγκτησιγ καὶ πρόσοδομ πρὸς
τὴμ βουλὴγ καὶ τὸν δῆμον
20 [π]ρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλ[α]
ὅσα καὶ τοῖς ἄλλοις εὐεργέταις
τοῦ ἱεροῦ δέδοται παρὰ Δηλίων·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
τὴμ μὲμ βουλὴν εἰς τὸ
25 {τὸ} βουλευτήριον, το[ὺ]ς δ̣ὲ
[ἱεροποι]οὺ[ς εἰς τὸ ἱερόν].
Search Help
Contact Us